Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.14 Joseph. AJ 13.19 (English) >>Joseph. AJ 13.24

13.17μάλιστα δὲ τὴν ἐν Ἱεροσολύμοις ἄκραν ὠχύρωσεν. λαβὼν δὲ καὶ τοὺς τῶν πρώτων τῆς Ἰουδαίας παῖδας ὁμήρους εἰς τὴν ἄκραν αὐτοὺς ἐνέκλεισεν καὶ τοῦτον ἐφύλαττεν τὸν τρόπον. 13.18

Ὑπὸ τὸν αὐτὸν δὲ καιρὸν παραγενόμενός τις πρὸς Ἰωνάθην καὶ τὸν ἀδελφὸν αὐτοῦ Σίμωνα τοὺς Ἀμαραίου παῖδας ἀπήγγειλεν αὐτοῖς γάμον ἐπιτελοῦντας καὶ τὴν νύμφην ἄγοντας ἀπὸ Ναβαθὰ πόλεως θυγατέρα τινὸς οὖσαν τῶν ἐπιφανῶν παρὰ τοῖς Ἄραψιν, μέλλειν δὲ γίνεσθαι παραπομπὴν τῆς κόρης λαμπρὰν καὶ πολυτελῆ. 13.19οἱ δὲ περὶ τὸν Ἰωνάθην καὶ Σίμωνα καιρὸν ἐπιτηδειότατον εἰς τὴν ἐκδικίαν τἀδελφοῦ νομίσαντες αὐτοῖς παραφανῆναι, καὶ λήψεσθαι τὴν ὑπὲρ Ἰωάννου δίκην παρʼ αὐτῶν ἐπὶ πολλῆς ἐξουσίας ὑπολαβόντες ἐξώρμησαν εἰς τὰ Μήδαβα καὶ τοὺς ἐχθροὺς ἐν τῷ ὄρει λοχῶντες ἔμενον. 13.20ὡς δʼ εἶδον αὐτοὺς ἄγοντας τὴν παρθένον καὶ τὸν νυμφίον καὶ φίλων σὺν αὐτοῖς οἷον εἰκὸς ἐν γάμοις ὄχλον, ἀναπηδήσαντες ἐκ τῆς ἐνέδρας ἀπέκτειναν ἅπαντας καὶ τὸν κόσμον καὶ τὴν ἄλλην ὅση τότε εἵπετο λεία τοῖς ἀνθρώποις λαβόντες ὑπέστρεψαν. 13.21καὶ τιμωρίαν μὲν ὑπὲρ Ἰωάννου τἀδελφοῦ παρὰ τῶν υἱῶν Ἀμαραίου τοιαύτην ἀπέλαβον· αὐτοί τε γὰρ οὗτοι καὶ οἱ συνεπόμενοι τούτοις φίλοι καὶ γυναῖκες αὐτῶν καὶ τέκνα διεφθάρησαν ὄντες τετρακόσιοι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.14 Joseph. AJ 13.19 (English) >>Joseph. AJ 13.24

Powered by PhiloLogic